Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.103 Joseph. AJ 19.108 (English) >>Joseph. AJ 19.113

19.107οὐ μὴν ἐμοὶ πιθανὸς οὗτος λόγος διὰ τὸ μὴ ἐπιχωρεῖν ἐν ταῖσδε ταῖς πράξεσιν λογισμῷ χρῆσθαι τὸν φόβον, Χαιρέαν δέ, εἴπερ οὕτως ἐφρόνει, πάντων ἥγημαι μωρίᾳ διαφέρειν ἡδονὴν τῇ ὀργῇ χαριζόμενον μᾶλλον ἐκ τοῦ ὀξέος ἀπαλλαγὴν αὑτῷ τε καὶ τοῖς συνωμόταις κινδύνων χαριζόμενον, διὰ τὸ πολλὰς ἂν μηχανὰς ἔτι γενέσθαι βοηθειῶν Γαΐῳ μὴ φθάντι τὴν ψυχὴν ἀφεῖναι κἀνταῦθα Χαιρέᾳ λόγον ἂν γενέσθαι οὐ περὶ τῆς Γαΐου τιμωρίας, ἀλλὰ τῆς αὐτοῦ καὶ τῶν φίλων, 19.108ὅπου γε καὶ πράξαντι καλῶς ἂν εἶχε σιγῇ χρωμένῳ διαδιδράσκειν τὰς ὀργὰς τῶν ἀμυνομένων, οὐχ ὅπως ἄδηλον εἰ τύχοι κατορθῶν ἐπʼ ἀλόγοις χρῄζειν αὐτόν τε ἀπολέσαι καὶ τὸν καιρόν. καὶ τάδε μὲν εἰκάζειν παρέστω τοῖς βουλομένοις καὶ θέλοιεν. 19.109 δὲ Γάιος ἀλγηδόνι τῆς πληγῆς περιφερόμενος, μεσσηγὺς γὰρ τοῦ τε ὤμου καὶ τοῦ τραχήλου φερόμενον τὸ ξίφος ἐπέσχεν κλεὶς προσωτέρω χωρεῖν, οὔτε ἀνεβόησεν ὑπʼ ἐκπλήξεως οὔτε ἐπεκαλέσατό τινας τῶν φίλων εἴτε ἀπιστίᾳ εἴτε καὶ ἄλλως ἀφρονήσει, στόνῳ δὲ χρησάμενος πρὸς τῆς ἀλγηδόνος τὸ περιὸν εἰς τὸ πρόσθεν ἵετο φυγῇ. 19.110καὶ δεξάμενος αὐτὸν Κορνήλιος Σαβῖνος τὴν διάνοιαν ἤδη προκατειργασμένον ὠθεῖ καὶ κλιθέντα ἐπὶ γόνυ πολλοὶ περιστάντες ἀφʼ ἑνὸς ἐγκελεύσματος ἔκοπτον τοῖς ξίφεσιν, παρακελευσμός τε τὰ πρὸς ἀλλήλους καὶ πρὸς ἔρις αὐτοῖς ἦν. τελευταῖα δὲ Ἀκύλας, ὁμολογεῖται δὲ ὑπὸ πάντων πληγὴν ἐπαγαγών, μεθίστησιν αὐτὸν ἀκριβῶς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.103 Joseph. AJ 19.108 (English) >>Joseph. AJ 19.113

Powered by PhiloLogic